Symposium
by Xenophanes (c. 570-c. 478 BCE)
νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες: πλεκτοὺς δ᾽ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δ᾽ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει:
κρητὴρ δ᾽ ἕστηκεν μεστὸς ἐϋφροσύνης:
ἄλλος δ᾽ οἶνος ἑτοῖμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοις ἄνθεος ὀσδόμενος:
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι,
ψυχρὸν δ᾽ ἔστιν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν:
πάρκεινται δ᾽ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη:
βωμὸς δ᾽ ἄνθεσιν ἂν τὸ μέσον πάντη πεπύκασται
μολπὴ δ᾽ ἀμφὶς ἔχει δώματα καὶ θαλίη:
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις:
σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
πρήσσειν — ταῦτα γὰρ ὦν ἐστὶ προχειρότερον —
οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδ᾽ ἄνευ προπόλου μὴ πάνυ γηραλέος.
ἀνδρῶν δ᾽ αἰνέω τοῦτον, ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ,
ὥς οἱ μνημοσύνη καὶ τόνος ἀμφ᾽ ἀρετῆς:
οὔτε μάχας διέπει Τιτήνων οὔτε Γιγάντων,
οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
ἢ στάσιας σφεδανάς: τοῖς οὐδὲν χρηστὸν ἔνεστι:
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.
Views: 27